3: Κρονος

Introductie

Er is dus een aarde (Gaia), hemel (Ouranos) en onderwereld (Tartaros). Ook zijn er planten en dieren. Maar Prometheus mist iets... er is niemand die van de planten kan eten of die de dieren kan temmen. Hij besluit de mens te scheppen.

Ἐπὶ Κρόνου ὁ βίος ἡδύς ἐστιν. Ἀεὶ γὰρ λάμπει

ὁ ἥλιος, ἀεὶ δὲ πνεῖ ὁ ἄνεμος, πανταχοῦ

δὲ ποταμοὶ ῥέουσιν. Ὁ δὲ Προμηθεύς ποτε

περισκοπεῖ τὴν γῆν· καὶ νοεῖ μὲν τὰς πέτρας

καὶ τὰ δένδρα, νοεῖ δὲ τὸν ποταμὸν καὶ τὸ

πεδίον. Πανταχοῦ δὲ νοεῖ θηρία· ἐλάφους

μὲν καὶ ἐχίδνας, μελίττας δὲ καὶ ὄρνεα.


Ὁ δὲ Προμηθεὺς οὐκ εὐδοκεῖ. Ἡ μὲν γὰρ μηλέα

φέρει μῆλα, οὐδεὶς δὲ τὰ μῆλα ἐσθίει. Κατὰ

δὲ τὸ πεδίον τρέχουσιν ἵπποι, ἀλλ’ οὐδεὶς τοὺς

ἵππους δαμάζει καὶ οἴκαδε ἄγει.


Ὁ δὲ Προμηθεὺς λέγει· «Ἐπιτρόπους ἔχειν δεῖ·

νῦν γὰρ οὐδεὶς διοικεῖ τὴν γῆν.» Αὐτίκα δὲ

ὁ Προμηθεὺς κέραμον λαμβάνει. Καὶ πρῶτον

μὲν τύπους πλάττει, ἔπειτα δὲ τοὺς τύπους

ζωοποιεῖ καὶ «ἀνθρώπους» αὐτοὺς ὀνομάζει.

Καὶ τότε οἱ ἄνθρωποι ἐπίτροποί εἰσιν καὶ

διοικοῦσιν τὴν γῆν.