6: Θεοι

Introductie

In deze tekst maken we kennis met de goden die op de Olympus wonen. Eén van deze goden is op een wel heel bijzondere manier geboren. De godin Athene is uit het hoofd van haar vader Zeus voortgekomen.

Ἰδού, σύνεισιν οἱ θεοί· ὁ δὲ Ζεὺς τὸν θρόνον ἔχει,

ἡγεμὼν γάρ ἐστι τῶν θεῶν. Ὄπισθεν δὲ τοῦ

Διός ἐστιν ὁ θρόνος τῆς τοῦ ἡγεμόνος γυναικός.

Τὸ τῆς θεᾶς ὄνομα Ἥρα ἐστίν. Ἐναντίον δὲ

τοῦ Διὸς ὁ Ποσειδῶν τὴν τρίαιναν φέρει. Ἐγγὺς

δὲ τοῦ Ποσειδῶνος Ἥφαιστος καὶ Ἀπόλλων

εἰσίν. Ὁ μὲν Ἥφαιστος, ὁ τοῦ πυρὸς θεός,

ἀξίνην φέρει, ὁ δὲ Ἀπόλλων ὄργανον. Ὁ γὰρ

Ἀπόλλων οὐ μόνον τοῦ φωτὸς θεός ἐστιν, ἀλλὰ

καὶ τοὺς ἀνθρώπους τὰς μουσικὰς τέχνας

διδάσκει.


Ἐν δὲ τῷ μέσῳ ἐστὶν Ἀθηνᾶ. Ἡ θεὰ ὅπλα

φέρει, τὸ δόρυ καὶ τὴν ἀσπίδα. Ἀεὶ γὰρ διὰ

τῆς μάχης τοὺς Ἕλληνας φυλάττει. Εἰς δὲ

τὴν Ἀθηνᾶν οἱ θεοὶ βλέπουσι καὶ τὸ πρᾶγμα

μάλα θαυμάζουσιν· τὴν τῆς θεᾶς γένεσιν, οὐκ

ἐκ τῆς μητρός, ἀλλ ̓ ἐκ τῆς τοῦ πατρὸς κεφαλῆς.

Τὴν γὰρ Διὸς κεφαλὴν ὁ Ἥφαιστος τῇ ἀξίνῃ

ἀνασχίζει καὶ ἰδού, ἡ Ἀθηνᾶ πάρεστιν· τὰς

ἐσθῆτας καὶ τὰ ὅπλα ἤδη ἔχει. Βλέπει μὲν

εἰς τὸν πατέρα ἡ νεογνὴ θεά, ὁ δὲ Ζεὺς εἰς

τὴν θυγατέρα.