11: Ἀγαμεμνων και Ἀχιλλευς

Introductie

Om de plaag in het Griekse kamp te stoppen, moet het meisje Chryseïs worden teruggegeven aan haar vader. Agamemnon vindt het niet passend dat hij als enige geen meisje heeft (hij is immers de opperkoning) en eist ter compensatie het meisje van Achilles op, Briseïs. Dan breekt er ruzie uit.

Ὁ Ἀγαμέμνων τοῖς τοῦ Κάλχαντος λόγοις

ἀγανακτεῖ καὶ λέγει· «Ὦ Ἕλληνες, ἀκούετέ

μου. Τὴν μὲν Χρυσηίδα ἐν τῷ οἴκῳ μου ἔχειν

ἐθέλω. Εἰ δὲ δεῖ τὴν κόρην λύειν καὶ πάλιν

εἰς τὸν πατέρα πέμπειν, οὕτω πράττω· σῴζειν

γὰρ ὑμᾶς ἐθέλω. Ἀλλ’ αὐτίκα ἄλλο τι δῶρόν

μοι παρέχετε· πρέπει γὰρ τῷ ἡγεμόνι τῶν

Ἑλλήνων δῶρον λαμβάνειν


Ὁ δ’ Ἀχιλλεὺς λέγει αὐτῷ· «Ὦ Ἀγάμεμνον,

μὴ ἴσθι φιλοκτέανος. Πῶς γὰρ οἱ Ἕλληνες

ἄλλο τι δῶρόν σοι παρέχειν μέλλουσιν; Οὐκέτι

λάφυρα ἀνέμητά ἐστιν. Ἄγε δή, νῦν μὲν τάχα

πέμπε τὴν κόρην πάλιν εἰς τὸν πατέρα. Ὡς δὲ

τάχιστα τὴν Τροίαν διαφθείρομεν, δῶρά σοι

τριπλάσια παρέχομεν.»


Ὁ δ’ Ἀγαμέμνων λέγει· «Ὦ Ἀχιλλεῦ, μή

μ’ ἐρέθιζε· γιγνώσκω γὰρ ὅτι μοι φθονεῖς.

Σὺ δ’ ἐθέλεις με τὸ δῶρον ἀφαιρεῖν· οὕτως

ἐγὼ μέν, ὁ τοῦ τῶν Ἑλλήνων στόλου ἡγεμών,

οὐκέτι τιμὴν ἔχω, σὺ δ’ ἔτι δῶρον ἔχεις, τὴν

κόρην Βρισηίδα. Εἰ δ’ οὖν οἱ Ἕλληνες οὐκ

ἄλλο τι δῶρόν μοι παρέχουσιν, τὴν Βρισηίδα

μέλλω ἁρπάζειν.»


Νῦν δ’ ἀγανακτεῖ καὶ ὁ Ἀχιλλεὺς καὶ λέγει·

«Ὦ κάκιστε, λέγεις ὅτι ἡγεμὼν τῶν Ἑλλήνων

εἶ, ἀλλ’ οὔποτε τῆς μάχης μετέχεις· ἐλάφου

γὰρ καρδίαν ἔχεις. Ἐγὼ μὲν ἀεὶ ἐν τῇ μάχῃ

κάμνω, σὺ δὲ μόνον οἶνον πίνεις. Εἰ δὲ τὴν

Βρισηίδα ἁρπάζειν ἐθέλεις, οὐ σὲ κωλύω·

ἀλλ’ οὐκέτι τῆς μάχης μετέχω.»