12: Ἡκτωρ και Ἀνδρομαχη

Introductie

Hektor had zich in de stad teruggetrokken om een offer aan de goden te brengen. Voordat hij teruggaat naar het slagveld, neemt hij afscheid van zijn vrouw Andromache. Zij smeekt hem binnen de stadsmuren te blijven, omdat hij de enige familie is die ze overheeft. Maar Hektor wil er niets van weten: het zou schandelijk zijn om terug te deinzen van de strijd!

Ὁ Ἕκτωρ ἐν τῇ Τροίᾳ ἐμάστευε τὴν γυναῖκα·

ἡ γὰρ Ἀνδρομάχη οὐκ ἐν τοῖς μεγάροις ἦν. Τέλος

δ’ ηὗρε τὴν γυναῖκα ὁ Ἕκτωρ ἐπὶ τοῦ πύργου

σὺν τῷ τέκνῳ. Ἐπεὶ δ’ ἡ Ἀνδρομάχη εἶδε τὸν

Ἕκτορα, εἶπεν αὐτῷ· «Ἱκετεύω σε, μένε καὶ μή

με λεῖπε· σὲ γὰρ μόνον ἔχω. Τὸν μὲν πατέρα μου

ὁ Ἀχιλλεὺς ἔκτανε δόρατι, τὴν δὲ μητέρα ἔλαβεν

ὡς δούλην. Ἔπειτα δ’ ἡ Ἄρτεμις ἔτυχεν αὐτῆς

οἰστῷ, οὕτω δὲ ἡ μήτηρ μου ἔθανεν. Ἦσαν

δέ μοι καὶ ἑπτὰ ἀδελφοί· πάντας δὲ μιᾷ ἡμέρᾳ

ἔκτανεν ὁ Ἀχιλλεύς. Νῦν οὖν σὲ μόνον ἔχω.»


Ὁ δ’ Ἕκτωρ εἶπεν αὐτῇ· «Ὦ γύναι, οἰκτίζω

μὲν σὲ καὶ τὸ τέκνον, ἀλλ’ αἰσχρόν ἐστιν εἰ τῆς

μάχης οὐ μετέχω· ἐν γὰρ τῇ μάχῃ τὴν ἀρετὴν

φαίνειν μέλλω. Μή με κώλυε. Γίγνωσκε γὰρ

ὅτι σὲ καὶ τὸν υἱὸν ἡμῶν οὔποτε ἑκὼν λείπω,

ἀλλ’ ἐμοὶ λῷόν ἐστι θνῄσκειν ἢ ἀκούειν ὅτι

οἱ Ἕλληνές σε ὡς δούλην ἔλαβον.»


Ἔπειτα δ’ ἔτραπε τὴν κεφαλὴν πρὸς τὸν υἱόν.

Τὸ δὲ τέκνον αὐτίκ’ ἔκραγεν· φόβον γὰρ

ἔσχε διὰ τὰ ὅπλα καὶ διὰ τὴν χαλκῆν κόρυθα.

Ὁ δ’ Ἕκτωρ ἐκάχαζε καὶ τὴν κόρυθα ἀπὸ τῆς

κεφαλῆς ἔλαβεν. Ἔπειτα δὲ τὸν υἱὸν ἐν ταῖς

ἀγκάλαις εἶχε καὶ εὐχὴν τοῖς θεοῖς εἶπεν. Ἀλλὰ

μάτην τοὺς θεοὺς ἱκέτευεν· τὴν γὰρ ἀθλίαν

τύχην οὐκ ἔφυγεν.