13: Ἡκτωρ και Ἀχιλλευς

Introductie

Na de dood van Patroklos was Achilles woedend en hij zinde op wraak. Op het slagveld gaat hij op zoek naar Hektor, die in eerste instantie van hem wegrent. Uiteindelijk wint zijn dapperheid het van zijn angst en gaat hij het gevecht met Achilles aan. Helaas loopt het niet goed met hem af...

Ὁ Ἀχιλλεύς, ὅμοιος τῷ τοῦ πολέμου θεῷ,

τῷ Ἕκτορι ἐπέλαζεν. Ὁ δὲ Ἕκτωρ ἐνόμιζε

μὲν ὅτι μένειν ὤφειλεν, ἀλλ’ ἐπεὶ τὸν Ἀχιλλέα

εἶδεν, ὅμως ἀπὸ τῆς πύλης ἔδραμεν, ὅτι ἔλιπεν

αὐτὸν τὸ θάρσος. Τρὶς μὲν ἔτρεχε περὶ τὸ τεῖχος,

ὁ δ’ Ἀχιλλεὺς ἐδίωκε αὐτὸν καὶ ἤλαυνεν. Οἱ δὲ

Τρῶες ἀπὸ τῶν τειχῶν κατέβλεπον καὶ νίκην

τοῦ Ἕκτορος ἤλπιζον.


Τέλος δ’ ἡ τοῦ Ἕκτορος ἀρετὴ τὸν φόβον

αὐτοῦ ἐξέβαλεν. Ὁ δὲ τῶν Τρώων ἥρως εἶπε

τῷ Ἀχιλλεῖ· «Οὐκέτι ἀναβάλλω τὴν μάχην.

Ἐγὼ μὲν μέλλω, εἰ ἀποκτείνω σε, τὸ σῶμά σου

Ἕλλησιν παρέχειν. Οὕτω δὲ πρᾶττε καὶ σύ.»

Ὁ δ’ Ἀχιλλεὺς εἶπεν· «Οὐκ εἰσὶν ὁμολογίαι

λέουσι καὶ ἀνδράσιν.» Αὐτίκα δ’ ἔβαλε τὸ δόρυ

ἀλλ’ οὐκ ἔτυχε τοῦ Ἕκτορος.


Ὁ δ’ Ἕκτωρ εἶπεν· «Σὺ μὲν ἄριστος Ἀχαιῶν εἶ,

ἐμοῦ δ’ οὐκ ἔτυχες. Νῦν δ’ ἀπόθνῃσκε, ἐπεὶ

διὰ σὲ πολλὰ ἐπάθομεν ἡμεῖς.» Ἀντέβαλε δὲ τὸ

δόρυ, ἀλλ’ ὁ Ἀχιλλεὺς τάχα τὴν ἀσπίδα ἀνέσχεν.

Αὖθις δ’ ὁ Ἀχιλλεὺς ἔλαβε τὸ δόρυ καὶ ἔβαλε.

Καὶ ἔτυχε μὲν τοῦ Ἕκτορος, αὐτίκα δὲ κατέπεσεν

ὁ τῶν Τρώων ἥρως.


Ὁ δὲ τῶν Ἕλλήνων ἥρως εἶπεν· «Ἀποκτείνειν

σε ἤθελον, ἐξ οὗ ἔμαθον ὅτι σὺ φονεὺς τοῦ

Πατρόκλου εἶ. Νῦν δ’ ἀπόθνῃσκε.» Ἐπεὶ

δ’ ἀπέθανεν ὁ Ἕκτωρ, ὁ Ἀχιλλεὺς ἔδησε

τὸ σῶμα αὐτοῦ ἐκ τοῦ δίφρου καὶ τρὶς περὶ

τὸ τῆς Τροίας τεῖχος εἷλκεν.