16: Πυθια

Introductie

In de omgeving van Delphi zochten wat geitjes met hun herder naar voedsel. Ze ontdekten een kloof waar rook uit kwam en wanneer ze deze rook inademden, begonnen ze te trippen!

Αἴξ εἰμι, αἲξ ἐνθουσιαστική. Οἰκῶ ἐν τῇ τῶν

Δελφῶν χώρᾳ. Ἀεὶ δὲ ἐγὼ καὶ οἱ φίλοι μου σὺν

τῷ ποιμένι φορβὴν ζητοῦμεν ἐν τοῖς ὄρεσιν.

Ἐζητοῦμέν ποτε φορβὴν καὶ ἐξαίφνης εἴδομεν

χάσμα γῆς. Καπνὸς δ’ ἐκ τοῦ χάσματος ἔρρει·

ἦν δὲ τὸ πνεῦμα τοῦ Ἀπόλλωνος. Ἡμεῖς

δὲ βραδέως εἰς τὸ χάσμα κατεβαίνομεν.

Εἰσεπνέομεν δὲ τὸν καπνὸν καὶ αὐτίκα

ἐνθουσιαστικοὶ ἦμεν. Καὶ δὴ καὶ τὰ μέλλοντα

εἴδομεν διὰ τὸ τοῦ θεοῦ πνεῦμα. Ἐγελῶμεν

καὶ ἐπὶ πολὺν χρόνον ἐνταῦθα ἐμένομεν.


Ὁ δὲ ποιμὴν ἐζήτει ἡμᾶς καὶ ἐκάλει. Ἐπειδὴ

δ’ ηὗρεν, ἐσκόπει ἡμᾶς καὶ τέλος ἠρώτα·

«Ὦ θαυμάσιοι, τί δὴ ποιεῖτε; Δοκεῖτέ μοι

μεθύειν.» Ἡμεῖς δὲ «Μῆ, μῆ» ἐβοῶμεν καὶ

σφόδρα ἐγελῶμεν. Τότε καὶ ὁ ποιμὴν εἰς

τὸ χάσμα εἰσῆλθεν. Ἐπεὶ δ’ αὖθις ἀνῆλθεν,

μεθύειν ἐδόκει. Ἐνθουσιαστικὸς ἦν καὶ

σφόδρα ἐγέλα.


Ἔπειτα δὲ πολλάκις οἱ ἄνθρωποι εἰς τὸ χάσμα

κατέβαινον· εἰσέπνεον δὲ τὸν καπνὸν καὶ τὸν

θεὸν Ἀπόλλωνα ἐτίμων. Ἀλλ’ οἱ ἄνθρωποι οὐχ

ὅμοιοι ταῖς αἰξίν εἰσιν· πολλοὶ γὰρ αὐτῶν εἰς τὸ

χάσμα ἔπεσον καὶ ἀπέθανον. Νῦν δὴ ἀπόρρητόν

ἐστι καταβαίνειν εἰς τὸ χάσμα. Ἱέρεια δὲ μία

μόνον καθίζει ὑπέρ τοῦ χάσματος ἐπὶ τρίποδος·

ἐνθουσιαστική ἐστι καὶ τὰ μέλλοντα τοῖς

ἀνθρώποις φαίνει.


Νῦν δὲ καὶ ἐγὼ τὰ μέλλοντα γιγνώσκω·

διδάσκαλοι γὰρ μυρίοι ποτὲ μυρίοις τέκνοις

τὸ κλέος μου καταλέξουσιν.