19: Ἀναθημα

Introductie

Vlak na de Slag bij Marathon maken de vrouwen en kinderen van Athene zich ongerust. Ze hebben zich op de agora verzameld en wachten op nieuws over het Atheense leger. Dan komt er een man aangerend: Pheidippides, de bode van de Atheners.

Ἐν τῇ τῶν Ἀθηνῶν ἀγορᾷ πλῆθος γυναικῶν

καὶ τέκνων ἐζήτουν τὴν τῆς στρατιᾶς τύχην

ἐξευρεῖν. Οἱ γὰρ υἱοὶ καὶ οἱ πατέρες ἔβησαν εἰς

τὸν Μαραθῶνα, οὗ οἱ Μῆδοι τοῖς Ἀθηναίοις

ἐπολέμουν.


Ἦν δ’ ἐν τῇ ἀγορᾷ καὶ Νικόμαχος, παῖς δέκα

ἐτῶν, σὺν δ’ αὐτῷ ἡ μήτηρ. Ὁ δὲ παῖς ἤκουε

τὴν βοὴν τῶν ἀνθρώπων· « Ἡ τῶν Μήδων

στρατιά ἐστι ἄπειρος.» «Οἱ Μῆδοι κρατοῦσιν

«Τί δρᾶν μέλλουσιν; Ἆρα μὴ ἐννοοῦσι τὰς

Ἀθήνας διαφθεῖραι;» Ὁ δὲ Νικόμαχος τὴν

μητέρα ἠρώτησεν· «Ἆρα μὴ οἱ θεοὶ ἐῶσι

τὰ τοιαῦτα; Ἀεὶ γὰρ ἐτιμήσαμεν τὴν Ἀθηνᾶν

καὶ τὸν Ἀπόλλωνα καὶ...», ἀλλ ̓ οὐκ ἐτέλεσε

τοὺς λόγους. Ἐξαίφνης γὰρ ἡ μήτηρ αὐτοῦ

εἶπεν· « Ἄνδρα ὁρῶ.»


Οἱ δ ̓ Ἀθηναῖοι ἠγνόουν πότερον Ἀθηναῖος ἦν

ὁ ἀνὴρ ἢ Μῆδος, τέλος δ ̓ αὐτὸν ἀνέγνωσαν·

Φειδιππίδης ἦν, ὁ ἡμεροδρόμος τῶν Ἀθηναίων.

Ὁ δὲ Νικόμαχος ἐκάλεσεν αὐτόν· « Ὦ Φειδιππίδη,

ἆρα μὴ ἔδραμες δεῦρο συνεχῶς ἀπὸ τοῦ

Μαραθῶνος;» Ὁ δὲ Φειδιππίδης οὐκ ἤκουεν

τοῦ παιδός, ὁ γὰρ πόνος κατέτριψεν αὐτόν.

Μόγις δ ̓ ἧκε πρὸς τὸ πλῆθος, ἐν δὲ ἔπεσι δυοῖν

μόνον ἤγγειλεν· «Χαίρετε. Νικῶμεν.» Ἔπειτα

δὲ κατέπεσε καὶ ἀπέθανεν.


Ἐλύπει μὲν τοὺς Ἀθηναίους ὁ τοῦ Φειδιππίδου

θάνατος, μάλιστα δ’ ἔχαιρον τῇ νίκῃ. Ὁ δὲ

Νικόμαχος ἠρώτησεν· « Ἆρ ̓ οὐ δεῖ τιμᾶν τὴν

Ἀθηνᾶν καὶ τὸν Ἀπόλλωνα;» καὶ ὁ παῖς ἔπεισε

τοὺς Ἀθηναίους· ἔδοξεν οὖν αὐτοῖς ἱδρῦσαι

ἐν Δελφοῖς θησαυρὸν τοῖς τοῦ πολέμου

ἀκροθινίοις.