2: Μυθος

Introductie

Zoals de Bijbel begint met Genesis, het verhaal van de schepping van de aarde, hadden ook de Grieken een scheppingsmtyhe. Gaia, Ouranos en Tartaros vormen met z'n drieën de aarde, hemel en onderwereld.

Ἐν ἀρχῇ ἔστι τὸ Χάος.

Οὐκ ἔστιν ἡ γῆ, οὐχ ἡ θάλαττα.

Οὐκ εἰσὶν ποταμοί, οὐδὲ πέτραι,

οὐδὲ δένδρα, οὐδὲ ζῷα.

Οὐκ εἰσὶν ἄνθρωποι, οὐ θεοί.

Οὐκ εἰσὶ μάχαι, οὐδ᾽ ἔστι πόλεμος, οὐδ᾽ εἰρήνη,

οὐδ᾽ ἀργύριον, οὐδ᾽ ἔργα, οὐδὲ σχολή.

Πρῶτον δὲ βλαστάνει ἡ Γαῖα.

Ἡ δὲ Γαῖά ἐστιν ἰσχυρὰ θεά.

Ἔπειτα δὲ βλαστάνει ὁ Τάρταρος,

βλαστάνει δ᾽ ὁ Οὐρανός.

Ὁ δὲ Τάρταρος καὶ ὁ Οὐρανός εἰσι μεγάλοι θεοί.

Τότεκόσμος τυκτός ἐστιν.

Ἐν γὰρ τῷ μέσῳ ἐστὶν ἡ Γαῖα, εὐρυόδεια.

Ἐνταῦθα δ᾽ οἱ ἄνθρωποι μέλλουσιν οἰκεῖν.

Ἄνω δ᾽ ἐστὶν ὁ Οὐρανός, ἀστερόεις.

Ἐνταῦθα δ᾽ οἱ θεοὶ μέλλουσιν οἰκεῖν καὶ αἱ θεαί.

Κάτω δ᾽ ἐστὶν ὁ Τάρταρος, ἀερόεις.

Ἐνταῦθα δὲ μέλλουσιν οἰκεῖν αἱ ψυχαί.