7: Ἡρως

Introductie

Perseus gaat erop uit om Medusa te verslaan, een verschrikkelijk monster. Gelukkig krijgt hij hulp van drie goden, die hem elk een handig voorwerp meegeven.

Ἡ Μέδουσα Γοργών ἐστιν, δεινὸν τέρας. Ἀντὶ

γὰρ τριχῶν ἐχίδνας ἔχει καὶ τοῖς ὀφθαλμοῖς

κτείνει πάντας, ὅσοι βλέπουσιν εἰς τὸ πρόσωπον

αὐτῆς. Φόβῳ οὖν οἱ ἄνθρωποι φεύγουσιν ἐκ

τῆς τῶν Γοργόνων χώρας. Ἀλλ ̓ ὁ ἥρως Περσεύς,

ὁ τοῦ Διὸς υἱός, τὴν ἀρετὴν φαίνειν ἐθέλει τοῖς

θεοῖς καὶ τοῖς ἀνθρώποις· τὴν γὰρ Μέδουσαν

κτείνειν ἐθέλει. Οὕτω δὲ βοηθεῖ τοῖς τῆς χώρας

ἀνδράσιν καὶ ταῖς γυναιξὶν καὶ τοῖς παισίν.


Οἱ δὲ θεοὶ τῷ τοῦ Διὸς υἱῷ βοηθοῦσιν. Ἡ γὰρ

Ἀθηνᾶ τῷ ἥρωι τὴν ἀσπίδα παρέχει· στίλβει δὲ

ἡ ἀσπὶς ὡς κάτοπτρον. Ὁ δ ̓ Ἅιδης τὴν κόρυθα

παρέχει τῷ Περσεῖ· εἰ δ ̓ ὁ Περσεὺς τὴν κόρυθα

ἐν τῇ κεφαλῇ φέρει, ἀφανής ἐστιν. Ὁ δ ̓ Ἑρμῆς

τῷ τοῦ Διὸς παιδὶ τὰ ὑπόπτερα σάνδαλα παρέχει.

Ὁ δὲ Περσεὺς μάλα χαίρει τοῖς δώροις.


Καὶ πελάζει ὁ Περσεὺς τῇ Μεδούσῃ, ἀφανὴς τῇ

τοῦ Ἅιδου κόρυθι. Βλέπει δ ̓ εἰς τὸ δεινὸν τέρας

ἐν τῇ ἀσπίδι, ὡς ἐν κατόπτρῳ· οὕτω γὰρ οὐκ

εὐθέως εἰς τὸ τῆς Γοργόνος πρόσωπον βλέπει.

Ὡς δὲ τάχιστα ὁ ἥρως ἐγγύς ἐστιν, ἀποκόπτει

τὴν τῆς Μεδούσης κεφαλὴν τῇ μαχαίρῃ. Ἔπειτα

δὲ τοῖς τοῦ Ἑρμοῦ σανδάλοις φεύγει ὡς τάχιστα.

Ἀντὶ δὲ τῆς τῶν θεῶν βοηθείας ὁ Περσεὺς τὴν

τῆς Μεδούσης κεφαλὴν παρέχει τῇ Ἀθηνᾷ.