21: Θαλης ὁ Μιλησιος

Introductie

De moeder van Thales is niet blij met haar zoon. Hoewel hij een beroemde en geleerde natuurfilosoof is, vindt het volk van zijn thuisstad Milete hem maar een rare vogel. Hij heeft het namelijk zo druk met naar de hemel staren, dat hij niet doorheeft wat er op aarde allemaal gebeurt.

Μήτηρ Ὦ Θαλῆς, ὅλος ὁ Μιλήσιος δῆμος

    ἄτοπόν σε νομίζει.


Θαλῆς Αἰσχροὶ δὴ κακολόγοι σ’ ἔψευσαν. Εἰμὶ

    γὰρ ὁ μέγας Θαλῆς, καὶ ὅλος ὁ δῆμός με σοφόν

    τε νομίζει καὶ ἀγαθὸν καὶ ἀνδρεῖον. Ἐγὼ γὰρ

    τὴν τοῦ ἡλίου ἔκλειψιν τὴν κλυτὴν προέλεξα.

    Ἡ δὲ δὴ ἔκλειψις μάχην μακρὰν τῶν Λυδῶν

    καὶ τῶν Μήδων ἔπαυσεν. Ἐκ δὲ τούτου πολλοὶ

    ἄνθρωποί με μάλα θαυμάζουσιν. Μὴ οὖν

    πίστευε τοῖς κακολόγοις, μῆτερ φίλη· μόνον

    γὰρ κακοὺς λόγους λέγουσιν.


Μήτηρ Ἡ δ’ ἡμετέρα δούλη κατέλεξέ μοι

    πρᾶγμα θαυμαστόν· ἐπεὶ δὲ εἶδε τὸ πρᾶγμα,

    μάλ’ ἐγέλασεν. Σὺ γάρ ποτε διὰ τῆς νυκτὸς

    τὰ ἄστρα ἐσκόπεις καὶ ὅλον τὸν νοῦν πρὸς

    τὸν ὑψηλὸν οὐρανὸν εἶχες. Τὸ δὲ μέγα φρέαρ

    πρὸ τῶν ποδῶν οὐκ εἶδες καὶ κατέπεσες εἰς

    αὐτό. Ἡ δὲ δούλη εἶπεν· «Ὁ σὸς υἱὸς τὸν

    μὲν οὐρανὸν σκοπεῖ, τὰ δὲ πράγματα τὰ ἐπὶ

    τῆς γῆς οὐχ ὁρᾷ.»


Θαλῆς Γελοῖον δ’ ἐμοὶ οὐκ ἦν τὸ πρᾶγμα.

    Ἀλλ’, ὦ μῆτερ φίλη, καὶ σὺ καταγελᾷς μου;


Μήτηρ Οὐ δῆτα ἔγωγε, ἀλλ’ ἀθλία εἰμί.

    Πολλάκις μὲν γάρ σ’ ἐρωτῶ· «Πότε γαμεῖν

    μέλλεις;» Σὺ δὲ ἀεὶ γελᾷς καὶ λέγεις· «Νῦν

    οὐ καιρός ἐστιν· νέος γάρ εἰμι.» Ἐγὼ δὲ

    σφόδρ’ ἐπιθυμῶ καλῆς τε νύμφης καὶ

    πολλῶν ἐγγόνων. Πότε οὖν γαμεῖν μέλλεις;


Θαλῆς Ὦ μῆτερ ἀγαθή, νῦν οὐ καιρός ἐστιν·

    γέρων γάρ εἰμι.