22: Παντα ῥει

Introductie

Twee slaven, Xanthias en Anthrax, wassen kleding in de rivier. Xanthias verzucht dat zijn leven zo eentonig is, omdat hij constant in dezelfde rivier dezelfde kleding moet wassen. Dan vertelt Anthrax hem over de filosofie van Herakleitos: alles stroomt, niets blijft hetzelfde.

Ἧκόν ποτε δύο δοῦλοι ἰσχυροὶ πρὸς ποταμὸν

μέγαν. Οὗτοι δὲ ἐν τῷ ποταμῷ τούτῳ ἐσθῆτας

ἔπλυνον ὕδατι καθαρῷ. Χαλεπὸν μὲν ἦν τὸ ἔργον

τοῦτο, τέλος δὲ αἱ ἐσθῆτες καθαραὶ ἦσαν.

Οἱ δὲ δοῦλοι τὰς ὑγρὰς ἐσθῆτας ἐπὶ τῶν θάμνων

ἔθεσαν. Ἐν ᾧ δὲ ὁ ἥλιος ηὕαινεν ταύτας τὰς

ἐσθῆτας, οἱ δοῦλοι δὴ αὐτοὶ ἐν τῇ σκιᾷ τῇ τῶν

ὑψηλῶν δένδρων ἔμενον. Ἄρτον δ ̓ ἤσθιον καὶ

οἶνον ἔπινον.


Ὁ δὲ δοῦλος Ξανθίας ἔστενεν· «Ὡς χαλεπός

ἐστιν ὅδε ὁ βίος ἡμῶν· ἑκάστοτε γὰρ τάσδε τὰς

ἐσθῆτας ἐν τῷ αὐτῷ ποταμῷ πλύνομεν.» Ὁ δὲ

φίλος αὐτοῦ Ἄνθραξ εἶπεν· «Ἁμαρτάνεις· οὐδενὶ

γὰρ ἔξεστι δὶς εἰς τὸν αὐτὸν ποταμὸν εἰσβῆναι,

ὡς λέγει ἐκεῖνος ὁ Ἡράκλειτος, ὁ σοφὸς ἀνήρ.»

Ὁ δὲ Ξανθίας ἐγέλασεν· «Ληρεῖς δή· πῶς γὰρ

σήμερον πρὸς ἄλλον ποταμὸν ἥκομεν ἢ χθές


Ὁ δ ̓ Ἄνθραξ ἐσαφήνισεν αὐτῷ· « Ὁ μὲν

ποταμὸς αὐτὸς μένει, τὸ δὲ τοῦ ποταμοῦ ὕδωρ

οὐκέτιἐστὶτὸαὐτό·ἀεὶγὰρῥεῖ.ὉδὲἩράκλειτος

νομίζει, ὅτι ὁ κόσμος ἀεὶ μεταβολὰς πάσχει.

Ἕκαστος γὰρ ἄνθρωπος πρῶτον μὲν νέος τε

καὶ ἰσχυρός ἐστιν, ἔπειτα δὲ γηράσκει, τέλος

δ ̓ ἀποθνῄσκει. Παραρρεῖ οὖν οὕτως ὁ βίος

ἡμῶν, ὡς τὸ ὕδωρ τὸ τοῦδε τοῦ ποταμοῦ.»

Ὁ δὲ Ξανθίας εἶπεν· «Λέγεις ἄρα, ὅτι πάντα

ῥεῖ...» Ἔβλεψεν δὲ εἰς τὸν κενὸν ἀσκὸν καὶ

εἶπεν· «...ἀλλ ̓ οὐκέτι ῥεῖ ὅδε ὁ οἶνος· οὐδὲν

γὰρ μένει.»